Ancient Greek · ~8 min
6.3 to 6.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.3-3-9
Not analysed yet
πολλοὶ δὲ λάθρα τὰς κτήσεις ἑνὸς ἀντικατηλλάξαντο μέτρου ,πυρῶν μὲν, εἰ πλουσιώτεροι τυγχάνοιεν ὄντες, οἱ δὲ πενέ- “στεροι κριθῆς. ἔπειτα κατακλείοντες ἑαυτοὺς εἰς τὰ μυχαίτατα τῶν οἰκιῶν τινὲς μὲν ὑπ’ ἄκρας ἐνδείας “τὸν σῖτον ἤσθιον, οἱ δὲ ἔπεσσον, ὡς ἥ τε ἀνάγκη καὶ τὸ δέος παρῄνει. καὶ τράπεζα μὲν “οὐδαμοῦ παρετίθετο ,τοῦ δὲ πυρὸς ἀφέλκοντες ἔτ’ “ὠμὰ τὰ σιτία διήρπαζον. ἐλεεινὴ δ’ ἦν ἡ τροφὴ κ’ “δακρύων ἄξιος ἡ θέα, τῶν μὲν δυνατωτέρων πλέο “νεκτούντων ,τῶν δὲ ἀσθενῶν ὀδυρομένων. πά “των μὲν δὴ παθῶν ὑπερίσταται λιμὸς ,οὐδὲν “οὕτως ἀπόλλυσιν ὡς αἰδώς. τὸ γὰρ ἄλλως ἐντροπῆς “ἄξιον ἐν τούτῳ καταφρονεῖται. γυναῖκες γοῦν ἀν- “δρῶν καὶ παῖδες πατέρων, καὶ τὸ οἰκτρότατον ,μ’ ‘τέρες νηπίων ἐξήρπαζον ἐξ αὐτῶν τῶν στομάτων τ’ τροφάς. καὶ τῶν φιλτάτων ἐν χερσὶ μαραινομένῳ “οὐκ ἦν φειδὼ τοὺς τοῦ ζῆν ἀφελέσθαι σταλαγμοῦ “τοιαῦτα δ’ ἐσθίοντες ὅμως οὐ διελάνθανον. πανταχοῦ δ’ οὑν ἐφίσταντο οἱ στασιασταὶ καὶ τούτω “ταῖς ἁρπαγαῖς. ὁπότε γὰρ κατίδοιεν ἀποκεκλεισμένη “οἰκίαν, σημεῖον ἢν τοῦτο τοὺς ἔνδον προσφέρεσθαι “τροφήν. εὐθέως δὲ εἰσαράξαντες τὰς θύρας εἰσεπή- · ‘δων, καὶ μόνον οὐκ ἐκ τῶν φαρύγγων ἀναθλίβον- “τες τοὺς ἀκόλους ἀνέφερον. ἐτύπτοντο δὲ γέρον- “τες ἀντεχόμενοι τῶν σιτίων, καὶ κόμης ἐσπαράσσοντο “γυναῖκες, συγκαλύπτουσαι τὰ ἐν χερσίν· οὐδέ τις “ἦν οἶκτος πολιᾶς ἢ νηπίων, ἀλλὰ συνεπαίροντες “νήπια τῶν ψωμῶν ἐκκρεμάμενα κατέσειον εἰς ἔδα- “φος. τοῖς δὲ φθάσασι τὴν εἰσδρομὴν αὐτῶν καὶ “προκαταπιοῦσι τὸ ἁρπαγησόμενον ὡς ἀδικηθέντες ‘ἦσαν ὠμότεροι. δεινὰς δὲ βασάνων ὁδοὺς ἐπε- ‘νόουν πρὸς ἔρευναν τροφῆς, ὀρόβοις μὲν ἐμφράττοντες τοῖς ἀθλίοις τοὺς τῶν αἰδοίων πόρους, ῥάβδοις δὲ ὀξείαις ἀναπείροντες τὰς ἔδρας. τὰ φρικτὰ δὲ καὶ ‘ἀκοαῖς ἔπασχέ τις εἰς ἐξομολόγησιν ἑνὸς ἄρτου καὶ “ἔνα μηνύσῃ δράκα μίαν κεκρυμμένην ἀλφίτων. οἱ “βασανισταὶ δ’ οὐκ ἐπείνων, (καὶ γὰρ ἂν ἧττον ὠμὸν “ἦν τὸ μετ’ ἀνάγκης), γυμνάζοντες δὲ τὴν ἀπόνοιαν, ‘καὶ προπαρασκευάζοντες ἑαυτοῖς εἰς τὰς ἑξῆς ἡμέρας ἐφόδια.