Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.15
Not analysed yet
οἶ δὲ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θησαυροῦ τοὺς νεκροὺς “θάπτειν ἐκέλευον, τὴν ὀσμὴν οὐ φέροντες· ἔπειθ’ “ὡς οὐ δοήρκουν, ἀπὸ τῶν τειχῶν ἐρρίπτουν εἰς τὰς, φάραγγας. περιιὼν δὲ ταύτας ὁ Τίτος ὡς ἐθεάσατο πεπλησμένας τῶν νεκρῶν, καὶ βαθὺν ἰχῶρα μυδώντων τὸν ὑπορρέοντα τῶν σωμάτων, ἐστέναξέ τε καὶ τὰς χεῖρας ἀνατείνας κατεμαρτύρατο τὸν θεὸν, ὡς “οὐκ εἴη τὸ ἔργον αὐτοῦ.”