Ancient Greek · ~5 min
6.16 to 6.19
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.16-19
Not analysed yet
τούτοις ἐπειπών τινα μεταξὺ ἐπιφέρει λέγων οὐκ ἂν ὑποστειλαίμην εἰπεῖν ἅ μοι κελεύει τὸ πάθος. οἶμαι ‘Ρωμαίων βραδυνάντων ἐπὶ τοὺς ἀλιτηρίους, ἢ καταποθῆναι ἂν ‘ὑπὸ χάσματος, ἢ κατακλυσθῆναι τὴν πόλιν, ἢ τοὺς “τῆς Σοδομηνῆς μεταλαβεῖν κεραυνούς. πολὺ γὰρ ‘τῶν ταῦτα παθόντων ἤνεγκε γενεὰν ἀθεωτέραν. τῇ ‘γοῦν τούτων ἀπονοίᾳ πᾶς ὁ λαὸς συναπώλετο.” καὶ ἐν τῷ ἕκτῳ δὲ βιβλίῳ οὕτω γράφει τῶν δ’ ὑπὸ “τοῦ λιμοῦ φθειρομένων κατὰ τὴν πόλιν ἄπειρον μὲν ‘ἔπιπτε τὸ πλῆθος, ἀδιήγητα δὲ συνέβαινε τὰ πάθη. καθ’ ἑκάστην γὰρ οἰκίαν, εἴ που τροφῆς παραφανείη σκιὰ, πόλεμος ἦν, καὶ διὰ χειρῶν οἷ φίλτατοι πρὸς ἀλλήλους, ἐξαρπάζοντες τὰ ταλαίπωρα τῆς ψυχῆς ἐφόδια. πίστις δ’ ἀπορίας οὐδὲ τοῖς θνήσκουσιν ἦν. ἀλλὰ καὶ τοὺς ἐμπνέοντας οἶ λῃσταὶ διηρεύνων, μή τις ὑπὸ κόλπον ἔχων τροφὴν σκήπτοιτο τὸν θάνατον αὐτοῦ. οἱ δ’ ὑπ’ ἐνδείας κεχηνότες ὥσπερ λυσσῶντες κύνες ἐφήλλοντο καὶ παρεφέροντο, ταῖς τε θύραις ἐνσειόμενοι μεθυόντων τρόπον καὶ ὑπ’ ἀμηχανίας εἰς τοὺς αὐτοὺς οἴκους εἰσεπήδων δὶς ἢ τρὶς ὥρᾳ μιᾷ. πάντα δ’ ὑπ’ ὀδόντας ἦγεν ἡ ἀνάγκη, καὶ τὰ μηδὲ τοῖς ῥυπαρωτάτοις τῶν ἀλόγων ζῴων πρόσφορα συλλέγον- τες ἐσθίειν ὑπέφερον. ζωστήρων γοῦν καὶ ὑποδημάτων τὸ τελευταῖον οὐκ ἀπείχοντο, καὶ τὰ δέρματα τῶν θυρεῶν ἀποδέροντες ἐμασῶντο. τροφὴ δὲ ἦν καὶ χόρτου τισὶ παλαιοῦ σπαράγματα. τὰς γὰρ ἶνας ἔνιοι συλλέγοντες ἐλάχιστον σταθμὸν ἐπώλουν Ἀττικῶν τεσσάρων.