Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.2
Not analysed yet
ἀτελῆ γέ τοι τὰ τῆς προρρή- σεως ἦν, καθ’ ὅν ὑπὸ τοῖς οἰκείοις τοῦ ἔθνους ἂρχουσι διάγειν αὐτοῖς ἐξῆν χρόνον, ἄνωθεν ἐξ αὐτοῦ Μωυσέως καταρξαμένοις καὶ εἰς τὴν Αὐγούστου βασιλείαν διαρκέσασι· καθ’ ὃν πρῶτος ἀλλόφυλος Ἡρώδης τὴν κατὰ Ἰουδαίων ἐπιτρέπεται ὑπὸ Ῥωμαίων ἀρχὴν, ὡς μὲν Ἰώσηπος παραδίδωσιν ,Ἰδουμαῖος ὢν κατὰ πατέρα τὸ γένος ,Ἀράβιος δὲ κατὰ μητέρα, ὡς δ’ Ἀφρικανὸς, οὐχ ὁ τυχὼν δὲ καὶ οὗτος γέγονε συγγραφεὶς), φασὶν οἱ τὰ κατ’ αὐτὸν ἀκριβοῦντες, Ἀντιπάτρου, τοῦτον δὲ Ἡρώδου τινὸς Ἀσκαλωνίτου τῶν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος ἱεροδούλων καλουμένων γεγονέναι.