Ancient Greek · ~3 min
6.3 to 6.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.3-5
Not analysed yet
ὃς Ἀντίπατρος ὑπὸ Ἰδουμαίων λῃστῶν παιδίον αἰχμαλωτισθεὶς σὺν ἐκείνοις ἦν, διὰ τὸ μὴ δύνασθαι τὸν πατέρα πένητα ὄντα λύτρα κάτα θέσθαι ὑπὲρ αὐτοῦ. ἐντραφεὶς δὲ τοῖς ἐκείνων ἤθε’ σιν ὕστερον Ὑρκανῷ τῷ Ἰουδαίων ἀρχιερεῖ φιλοῦτ τούτῳ παῖς γίνεται ὁ ἐπὶ τοῦ σωτῆρος ἡμῶν Ἡρώδη εἰς δὴ οὖν τὸν τοιοῦτον τῆς Ἰουδαίων περιελθο σὴς βασιλείας, ἐπὶ θύραις ἤδη καὶ ἡ τῶν ἐθνῶν ἅκ λούθως τῇ προφητείᾳ προσδοκία παρῆν, ἅτε διαλε- λοιπότων ἐξ ἐκείνου τῶν παρ’ αὐτοῖς ἐξ αὐτοῦ Μωυσέως κατὰ διαδοχὴν ἀρξάντων τε καὶ ἡγησαμένων. πρὸ μέν γε τῆς αἰχμαλωσίας αὐτῶν καὶ τῆς εἰς Βαβυλῶνα μεταναστάσεως ἐβασιλεύοντο ,ἀπὸ Σαοὺλ πρώτου καὶ Δαβὶδ ἀρξάμενοι · πρὸ δὲ τῶν βασιλέων ἄρχοντες αὐτοὺς διεῖπον ,οἱ προσαγορευόμενοι κρῖ ταὶ ,ἄρξαντες καὶ αὐτοὶ μετὰ Μωυσέα καὶ τὸν τούτου διάδοχον Ἰησοῦν.