Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.20
Not analysed yet
καὶ τί δεῖ τὴν ἐπ’ ἀψύχοις ἀναίδειαν ‘τοῦ λιμοῦ λέγειν; εἶμι γὰρ αὐτοῦ δηλώσων ἔργον, “ὁποῖον μήτε Ἕλλησι μήτε παρὰ βαρβάροις ἱστό- “ρηται, φρικτὸν μὲν εἰπεῖν, ἄπιστον δ’ ἀκοῦσαι. καὶ “ἔγωγε μὴ δόξαιμι τερατεύεσθαι τοῖς αὖθις ἀνθρώ- “ποις, κἂν παρέλιπον τὴν συμφορὰν ἡδέως, εἰ μὴ “τῶν κατ’ ἐμαυτὸν εἶχον ἀπείρους μάρτυρας· ἄλλως τε καὶ ψυχρὰν ἂν καταθείμην τῇ πατρίδι χάριν κα- ‘θυφέμενος τὸν λόγον ὧν πέπονθε τὰ ἔργα.