Ancient Greek · ~6 min
6.24 to 6.28
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.24-28
Not analysed yet
βρέφος, εἶπεν, ἄθλιον, ἐν πολέμῳ καὶ λιμῷ καὶ ‘στάσει, τίνι σε τηρῶ; τὰ μὲν παρὰ Ῥωμαίοις δου- ῾’λεία, κἂν ζήσωμεν ἐπ’ αὐτοὺς, φθάνει δὲ καὶ δου- “λείαν ὁ λιμὸς, οἱ στασιασταὶ δὲ ἀμφοτέρων χαλεπώ- “τεροι. ἴθι, γενοῦ μοι τροφὴ, καὶ τοῖς στασιασταῖς “ἐρινὺς, καὶ τῷ βίῳ μῦθος, ὁ μόνος ἐλλείπων ταῖς “Ἰουδαίων συμφοραῖς. καὶ ταῦθ’ ἅμα κτείνει τὸν υἱόν. ἔπειτ’ ὀπτήσασα τὸ μὲν ἥμισυ κατεσθίει, τὸ δὲ λοιπὸν κατακαλύψασα ἐφύλαττεν. εὐθέως δ’ δἱ στασιασταὶ παρῆσαν, καὶ τῆς ἀθεμίτου κνίσης σπάσαντες ἠπείλουν, εἰ μὴ δείξειε τὸ παρασκευασθὲν, ἀποσφάξειν αὐτὴν εὐθέως. ἡ δὲ καὶ μοῖραν αὐτοῖς εἰποῦσα καλὴν τετηρηκέναι τὰ λείψανα τοῦ τέκνου διανεκάλυψεν. τοὺς δ’ εὐθέως “φρίκη καὶ φρενῶν ἔκστασις ᾕρει, καὶ παρὰ τὴν ὄψιν ἐπεπήγεσαν. ἡ δὲ, ἐμὸν, ἔφη, τοῦτο τὸ τέκνον γνή- ‘σιον, καὶ τὸ ἔργον ἐμόν. φάγετε, καὶ γὰρ ἐγὼ βέ- ‘βρωκα. μὴ γένησθε μήτε μαλακώτεροι γυναικὸς μήτε συμπαθέστεροι μητρός. εἰ δ’ ὑμεῖς εὐσεβεῖς καὶ τὴν ἐμὴν ἀποστρέφεσθε θυσίαν, ἐγὼ μὲν ὑμῖν βέβρωκα, καὶ τὸ λοιπὸν δ’ ἐμοὶ μεινάτω. μετὰ ταῦθ’ οἱ μὲν τρέμοντες ἐξῄεσαν, πρὸς ἒν τοῦτο δει- λοὶ, καὶ μόλις ταύτης τῆς τροφῆς παραχωρήσαντες τῇ μητρί. ἀνεπλήσθη δ’ εὐθέως ὅλη τοῦ μύσους ἡ “πόλις, καὶ πρὸ ὀμμάτων ἕκαστος τὸ πάθος ἀναλαμβάνβν ὡς παρ’ αὐτοῦ τολμηθὲν δεινῶς ἔφριττε. σπουδὴ δὲ τῶν λιμωττόντων ἐπὶ τὸν θάνατον ἦν, καὶ μακαρισμὸς τῶν φθασάντων πρὶν ἀκοῦσαι καὶ θεάσασθαι κακὰ τηλικαῦτα.” τοιαῦτα τῆς Ἰουδαίων εἰς τὸν Χριστὸν τοῦ θεοῦ παρανομίας τε καὶ δυσσεβείας τἀπίχειρα.