Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.1-3
Not analysed yet
[Nic. H. E. III, 4] Παραθεῖναι δ’ αὐτοῖς ἄξιον τὴν ἀψευδῆ τοῦ σωτῆρος ἡμῶν πρόρρησιν, δι’ ἧς αὐτὰ ταῦτα δηλοῖ ὧδέ πως προφητεύων οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκεί- ναις ταῖς ἡμέραις· προσεύχεσθε δὲ, ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ σαββάτῳ. ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐκ ἐγένετο ἀπ᾿ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδὲ μὴ γένηται.”