Ancient Greek · ~1 min
ΛΟΓΟΣ Β., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.3-2
Not analysed yet
μυρία μὲν οὖν ἄλλα δεινὰ καὶ πέρα πάσης διηγήσεως ὁ αὐτὸς κατὰ τὴν Ἀλεξάνδρειαν συμβεβηκότα Ἰουδαίοις ἐπὶ τοῦ δηλουμένου ἐν δευτέρῳ συγγράμματι ᾧ ἐπέγραψε “περὶ ἀρετῶν” ἱστορεῖ. συνᾴδει δ᾿ αὐτῷ καὶ ὁ Ἰώσηπος, ὁμοίως ἀπὸ τῶν Πιλάτου χρόνων καὶ τῶν κατὰ τοῦ σωτῆρος ἡμῶν τετολμημένων τὰς κατὰ παντὸς τοῦ ἔθνους ἐνάρξασθαι σημαίνων συμφοράς.