Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.4
Not analysed yet
ἄκουε δ᾿ οὖν οἷα καὶ οὗτος ἐν δευτέρῳ τοῦ Ἰουδαϊκοῦ πολέμου αὐταῖς συλλαβαῖς δηλοῖ λέγων πεμφθεὶς δὲ εἰς Ἰουδαίαν ἐπί- “τροπος ὑπὸ Τιβερίου Πιλᾶτος νύκτωρ κεκαλυμμένας “εἰς Ἱεροσόλυμα παρεισκομίζει τὰς Καίσαρος εἰκόνας· “σημαῖαι καλοῦνται. τοῦτο μεθ’ ἡμέραν μεγίστην “ταραχὴν ἤγειρε τοῖς Ἰουδαίοις. οἱ γὰρ ἐγγὺς πρὸς “τὴν ὄψιν ἐξεπλάγησαν, ὡς πεπατημένων αὐτοῖς τῶν νόμων. οὐδὲν γὰρ ἀξιοῦσιν ἐν τῇ πόλει δείκηλον “τίθεσθαι.’’