Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.6
Not analysed yet
μετὰ δὲ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐ διέλιπον πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας. οἱ γὰρ ἀρχιερεῖς προεστήκεσαν τῶν πραγμάτων ,ἄχρις οὗ Πομπήιος Ῥωμαίων στρα- τηγὸς ἐπιστὰς τὴν μὲν Ἰερουσαλὴμ πολιορκεῖ τὰ κράτος, μιαίνει τε τὰ ἅγια μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθὼν, τὸν δὲ ἐκ προγόνων διαδοχῆς εἰς ἐκεῖνο τοῦ καιροῦ διαρκέσαντα βασιλέα τε ὁμοῦ καὶ ἀρχιερέα, Ἀριστόβουλος ὄνομα ἢν αὐτῷ, δέσμιον ἐπὶ Ῥώμην ἄμα τέκνοις ἐκπέμψας, Ὑρκανῷ μὲν τῷ τού- του ἀδελφῷ τὴν ἀρχιερωσύνην παραδίδωσι, τὸ δὲ πᾶν Ἰουδαίων ἔθνος ἐξ ἐκείνου Ῥωμαίοις ὑπόφορον κατεστήσατο.