Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.7-2
Not analysed yet
καὶ τοῦ Πι- “λάτου παρόντος εἰς Ἰεροσόλυμα περιστάντες τὸ βῆμα “κατεβόων. ὁ δὲ προῄδει γὰρ αὐτῶν τὴν ταραχὴν) “τῷ πλήθει τοὺς στρατιώτας ἐνόπλους, ἐσθῆσιν ἰδιω- “τικαῖς κεκαλυμμένους ἐγκαταμίξας, καὶ ξίφει μὲν “χρήσασθαι κωλύσας, ξύλοις δὲ παίειν τοὺς κεκρα- “γότας ἐγκελευσάμενος, σύνθημα δίδωσιν ἀπὸ τοῦ “βήματος. τυπτόμενοι δὲ οἱ Ἰουδαῖοι πολλοὶ μὲν ἀπὸ “τῶν πληγῶν, πολλοὶ δὲ ὑπὸ σφῶν αὐτῶν ἐν τῇ φυγῇ “καταπατηθέντες ἀπώλοντο, πρὸς δὲ τὴν συμφορὰν “τῶν ἀνῃρημένων καταπλαγὲν τὸ πλῆθος ἐσιώπησεν.