Ancient Greek · ~1 min
ΛΟΓΟΣ Β., Chapter 6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 6.8
Not analysed yet
ἐπὶ τούτοις μυρίας ἄλλας ἐν αὐτοῖς Ἱεροσολύμοις κεκινῆσθαι νεωτεροποιίας ὁ αὐτὸς ἐμφαίνει, παριστὰς ὡς οὐδαμῶς ἐξ ἐκείνου διέλιπον τήν τε πόλιν καὶ τὴν Ἰουδαίαν ἅπασαν στάσεις καὶ πόλεμοι καὶ κακῶν ἐπάλληλοι μηχαναὶ, εἰσότε τὸ πανύστατον ἡ κατὰ Οὐεσπασιανὸν αὐτοὺς μετῆλθε πολιορκία. Ἰουδαίους μὲν οὖν, ὧν κατὰ τοῦ Χριστοῦ τετολμήκασι, ταύτῃ πη τὰ ἐκ τῆς θείας μετῄει δίκης.