Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ζ., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.1-7
Not analysed yet
[Nic. H. E. VI, 8] Καὶ ἐν τῇ τρίτῃ δὲ περὶ βαπτίσματος, ἣν Φιλήμονι τῷ κατὰ Ῥώμην πρεσβυτέρῳ ὁ αὐτὸς γράφει Διονύσιος, ταῦτα παρατίθεται “ἐγὼ δὲ καὶ τοῖς συντάγμασι καὶ ταῖς παραδόσεσι τῶν αἱρετικῶν ἐνέτυχον, χραίνων μέν μου πρὸς ὀλίγον τὴν ψυχὴν ταῖς παμμιάροις αὐτῶν “ἐνθυμήσεσιν, ὄνησιν δ’ οὖν ἀπ’ αὐτῶν ταύτην λαμβάνων, τὸ ἐξελέγχειν αὐτοὺς παρ’ ἐμαυτῷ, καὶ πολὺ πλέον βδελύττεσθαι.