Ancient Greek · ~2 min
7.2 to 7.3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.2-4-3
Not analysed yet
καὶ δή τινος ἀδελφοῦ ‟τῶν πρεσβυτέρων με ἀπείργοντος καὶ δεδιττομένου “συμφύρεσθαι τῷ τῆς πονηρίας αὐτῶν βορβόρῳ· “λυμανεῖσθαι γὰρ τὴν ψυχὴν τὴν ἐμαυτοῦ, καὶ ἀληθῆ ‟γε λέγοντος, ὡς ᾐσθόμην· ὅραμα θεόπεμπτον προσ- “ελθὸν ἐπέρρωσέ με. καὶ λόγος πρός με γενό- “μενος προσέταξε διαρρήδην λέγων, πᾶσιν ἐντύγχανε ‟οἷς ἂν εἰς χεῖρας λάβοις· διευθύνειν γὰρ ἕκαστα ‟καὶ δοκιμάζειν ἱκανὸς εἶ, καί σοι γέγονε τοῦτο ἐξ ‟ἀρχῆς καὶ τῆς πίστεως αἴτιον. ἀπεδεξάμην τὸ ὅραμα, ‟ὡς ἀποστολικῇ φωνῇ συντρέχον τῇ λεγούσῃ πρὸς “τοὺς δυνατωτέρους, γίνεσθε δόκιμοι τρακπεζῖται.”