Ancient Greek · ~3 min
ΛΟΓΟΣ Θ., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.1-9
Not analysed yet
[Nic. H. E. VII, 9] Ἀνὰ μέσας γέ τοι τὰς πόλεις, ὃ μηδὲ ἄλλοτέ ποτε, ψηφίσματα πόλεων καθ’ ἡμῶν καὶ βασιλικῶν πρὸς ταῦτα διατάξεων ἀντιγραφαὶ στήλαις ἐντετυπωμένα χαλκαῖς ἀνωρθοῦντο, οἵ τε παῖδες ἀνὰ τὰ διδασκαλεῖα Ἰησοῦν καὶ Πιλάτον καὶ τὰ ἐφ’ ὕβρει πλασθέντα ὑπομνήματα διὰ στόματος κατὰ πᾶσαν ἔφερον ἡμέραν. ἐνταῦθά μοι ἀναγκαῖον εἶναι φαίνεται αὐτὴν δὴ ταύτην τὴν ἐν στήλαις ἀνατεθεῖσαν τοῦ Μαξιμίνου γραφὴν ἐντάξαι (ἵν᾿ ὁμοῦ τῆς τε τοῦ ἀνδρὸς θεομισείας ἡ ἀλαζὼν καὶ ὑπερήφανος αὐθάδεια φανερὰ κατασταίη, καὶ τῆς παρὰ πόδας αὐτ’ ὂν μετελθούσης ἱερᾶς δίκης ἡ ἄυπνος κατὰ τῶν ἀσεβῶν μισοπονηρία, πρὸς ἧς ἐλαθεὶς οὐκ εἰς μακρὸν τἀναντία περὶ ἡμῶν ἐβουλεύσατό τε καὶ δι᾿ ἐγγράφων νόμων ἐδογμάτισε), τοῦτον ἐπ’ αὐτῶν λέξεων ἔχουσαν τὸν τρόπον· Ἀντίγραφον ἑρμηνείας τῆς Μαξιμίνου πρὸς τὰ καθ’ ἡμῶν ψηφίσματα ἀντιγραφῆς, ἀπὸ τῆς ἐν Τυρῷ στήλης μεταληφθείσης.