Ancient Greek · ~3 min
7.2 to 7.5
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.2-6-5
Not analysed yet
“Ἤδη ποτὲ ἡ ἀσθενὴς θρασύτης τῆς ἀνθρωπίνης διανοίας ἴσχυσε, πᾶσαν πλάνης ἀμαυρότητα καὶ ὀμίχλην ἀποσεισαμένη καὶ ἀνασκεδάσασα, ἥτις “πρὸ τούτου οὐ τοσοῦτον τῶν ἀσεβῶν ὅσον τῶν “ἀθλίων ἀνθρώπων τὰς αἰσθήσεις ὀλεθρίῳ ἀγνοίας “σκότῳ ἐνειληθείσας ἐπολιόρκει, ἐπιγνῶναι ὡς τῇ “τῶν ἀθανάτων θεῶν φιλαγάθῳ προνοίᾳ διοικεῖται καὶ σταθεροποιεῖται· ὅπερ πρᾶγμα ἄπιστόν ἐστιν “εἰπεῖν, ὅπως κεχαρισμένον, ὅπως τε ἥδιστον καὶ “προσφιλὲς ἡμῖν γέγονεν, ὡς μέγιστον δεῖγμα τῆς “θεοφιλοῦς ὑμῶν προαιρέσεως δεδωκέναι· ὁπότε καὶ “πρὸ τούτου οὐδενὶ ἄγνωστον ἦν, ὁποίας παρατηρήσεως “καὶ θεοσεβείας πρὸς τοὺς ἀθανάτους θεοὺς “ἐτυγχάνετε ὄντες, οἶς οὐ ψιλῶν καὶ ὑποκένων· ῥημάτων “πίστις, ἀλλὰ συνεχῆ καὶ παράδοξα ἔργων “ἐπισήμων γνωρίζεται. διόπερ ἐπαξίως ἡ ὑμετέρα “πόλις θεῶν ἀθανάτων ἵδρυμά τε καὶ οἰκητήριον ἂν “ἐπικαλοῖτο· πολλοῖς γοῦν παραδείγμασι καταφαίνεται “τῇ τῶν οὐρανίων θεῶν αὐτὴν ἐπιδημίᾳ ἀνθεῖν.