Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.12
Not analysed yet
πρεσβεύσας δὲ πρὸς “Πομπήιον ὑπὲρ τοῦ Ὑρκανοῦ, καὶ τὴν βασιλείαν “ἐλευθερώσας αὐτῷ ὑπὸ Ἀριστοβούλου τοῦ ἀδελφοῦ “περικοπτομένην, αὐτὸς ηὐτύχησεν ἐπιμελητὴς τῆς “Παλαιστίνης χρηματίσας· διαδέχεται δὲ τὸν Ἀντί- “πατρον φθόνῳ τῆς πολλῆς εὐτυχίας δολοφονηθέντα “υἱὸς Ἡρώδης, ὃς ὕστερον ὑπ᾿ Ἀντωνίου καὶ τοῦ “Αὐγούστου συγκλήτου δόγματι τῶν Ἰουδαίων ἐκρίθη “βασιλεύειν· οὗ παῖδες Ἡρώδης οἵ τ᾿ ἄλλοι τετράρ- “χαι. ταῦτα μὲν δὴ κοινὰ καὶ ταῖς Ἑλλήνων ἱστο- “ρίαις.