Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.11
Not analysed yet
οὐδὲ μὴν ἀναπόδεικτον ἢ ἐσχε- “διασμένον ἐστὶ τοῦτο· τοῦ γοῦν σωτῆρος οἱ κατὰ “σάρκα συγγενεῖς, εἴτ᾿ οὖν φανητιῶντες εἴθ᾿ ἁπλῶς “ἐκδιδάσκοντες, πάντως δὲ ἀληθεύοντες, παρέδοσαν “καὶ ταῦτα, ὡς Ἰδουμαῖοι λῃσταὶ Ἀσκάλωνι πόλει τῆς “Παλαιστίνης ἐπελθόντες ἐξ εἰδωλείου Ἀπόλλωνος, ὃ “πρὸς τοῖς τείχεσιν ἵδρυτο, Ἀντίπατρον Ἡρώδου τινὸς “ἱεροδούλου παῖδα πρὸς τοῖς ἄλλοις σύλοις αἰχμάλω- “τον ἀπῆγον, τῷ δὲ λύτρα ὑπὲρ τοῦ υἱοῦ καταθέσθαι “μὴ δύνασθαι τὸν ἱερέα ὁ Ἀντίπατρος τοῖς τῶν Ἰδου- “μαίων ἔθεσιν ἐντραφεὶς ὕστερον Ὑρκανῷ φιλοῦται “τῷ τῆς Ἰουδαίας ἀρχιερεῖ.