Ancient Greek · ~6 min
7.12 to 7.16
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.12-2-16
Not analysed yet
εἰ δὲ τῇ ἐπαράτῳ αὐτῶν μα- “ταιότητι ἐπιμένοιεν, ἐν πολλῷ πόρρωθεν τῆς ὑμε- “τέρας πόλεως καὶ περιχώρου, καθὼς ἠξιώσατε, “ἀποχωρισθέντες ἐξελαθήτωσαν, ἵν᾿ οὕτως, κατ’ ἀκολουθίαν τῆς ἀξιεπαίνου ὑμῶν περὶ τοῦτο σπου- “δῆς, παντὸς μιάσματος καὶ ἀσεβείας ἡ ὑμετέρα πόλις κατὰ τὴν ἔμφυτον αὐτῇ πρόθεσιν ‘μετὰ τοῦ ὀφειλομένου σεβάσματος ταῖς τῶν ἀθανά- “των θεῶν ἱερουργίαις ὑπακούοι. ἔνα δὲ εἰδῆτε ὅσῳ προσφιλὴς ἡμῖν γέγονεν ἡ περὶ τούτου ἀξίωσις ὑμῶν, καὶ χωρὶς ψηφισμάτων καὶ χωρὶς δεήσεως αὐθαιρέτῳ βουλήσει ἡ ἡμετέρα προθυμοτάτη φιλα- “γαθίαις ψυχὴ, ἐπιτρέπομεν τῇ ὑμετέρᾳ “ὁποίαν δ’ ἂν βουληθῆτε μεγαλοδωρεὰν, ἀντὶ ταύ- της ὑμῶν τῆς φιλοθέου προθέσεως αἰτῆσαι. καὶ “ἤδη μὲν τοῦτο ποιεῖν καὶ λαβεῖν ἀξιώσατε· τεύξεσθε γὰρ αὐτῆς χωρίς τινος ὑπερθέσεως· ἥτις παρασχεθεῖσα τῇ ὑμετέρᾳ πόλει εἰς ἅπαντα τὸν “αἰῶνα τῆς περὶ τοὺς ἀθανάτους θεοὺς φιλοθέου εὐσεβείας παρέξει μαρτυρίαν, τοῦ δὲ ὑμὰς ἀξίων ἐπάθλων τετυχηκέναι παρὰ τῆς ἡμετέρας φιλαγα- “θίας, ταύτης ὑμῶν ἕνεκεν τῆς τοῦ βίου “σεως. υἱοῖς τε καὶ ἐκγόνοις ὑμετέροις ἐπιδειχθήσεται.” ταῦτα δὴ καθ’ ἡμῶν κατὰ πάσαν ἀνεστηλίτευτο, πάσης ἐλπίδος, τὸ γοῦν ἐπ’ ἀνθρώποις, ἀγαθῆς τὰ καθ’ ἡμᾶς ἀποκλείοντα· ὡς, κατ’ αὐτὸ δὴ τὸ θεῖον ἐκεῖνο λόγιον, εἰ δυνατὸν, ἐπὶ τούτοις καὶ τοὺς ἐκλεκτοὺς αὐτοὺς σκανδαλίζεσθαι. ἤδη γέ τοι σχεδὸν τῆς παρὰ τοῖς πλείστοις ἀποψυχούσης προσδοκίας, ἀθρόως καθ’ ὁδὸν ἔτι σχεδὸν τὴν πορείαν ἔν τισι χώραις διανυόντων τῶν τὴν προκειμένην γραφὴν καθ’ ἡμῶν διακονουμένων, ὁ τῆς ἰδίας ἐκκλησίας ὑπέρμαχος θεὸς, μονονουχὶ τὴν τοῦ τυράννου καθ’ ἡμῶν ἐπιστομίζων μεγαλαυχίαν, τὴν ὑπὲρ ἡμῶν οὐράνιον αὐτοῦ συμμαχίαν ἐπεδείκνυτο.