Ancient Greek · ~2 min
ΛΟΓΟΣ Θ., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.1-8
Not analysed yet
Οἱ μὲν οὖν ἐξ ἔθους ὄμβροι τε καὶ ὑετοὶ χειμαδίου τῆς ὥρας ὑπαρχούσης τὴν ἐπὶ γῆς ἀνεῖχον συνήθη φορὰν, λιμὸς δ’ ἀδόκητος ἐπισκήπτει, καὶ λοιμὸς ἐπὶ τούτῳ, καί τινος ἑτέρου νοσήματος —ἕλκος δὲ ἦν φερωνύμως τοῦ πυρώδους ἕνεκεν· ἄνθραξ προσαγορευόμενον —ἐπιφορὰ, ὃ καθ’ ὅλων μὲν ἕρπον τῶν σωμάτων σφαλεροὺς ἐνεποίει τοῖς πεπονθόσι κινδύνους, οὐ μὴν ἀλλὰ καὶ κατὰ τῶν ὀφθαλμῶν διαφερόντως ἐπὶ πλεῖστον γινόμενον μυρίους ὅσους ἄνδρας ἅμα γυναιξὶ καὶ παισὶ πηροὺς ἀπειργάζετο.