Ancient Greek · ~2 min
ΛΟΓΟΣ Η., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.4-4
Not analysed yet
καταπλαγῆναι δ’ ἦν τὴν ἐπὶ τούτοις ἀπτόητον τῶν ἱερῶν ἐκείνων καρτερίαν, καὶ τὴν ἐν σώμασι νέοις βεβηκυῖαν καὶ ἀδιάτρεπτον ἔνστασιν. ἑώρας γοῦν ἡλικίαν οὐδ’ ὅλων ἐτῶν εἴκοσι δίχα δεσμῶν ἑστῶτος νέου, καὶ τὰς μὲν χεῖρας ἐφαπλοῦντος εἰς σταυροῦ τύπον, ἀκαταπλήκτῳ δὲ καὶ ἀτρεμεῖ διανοίᾳ ταῖς πρὸς τὸ θεῖον σχολαίτατα τεταμένου λιταῖς, μηδ’ ὅλως τε μεθισταμένου μηδ’ ἀποκλίνοντός ποι τοῦ ἔνθα εἱστήκει τόπου, ἄρκτων καὶ παρδάλεων θυμοῦ καὶ θανάτου πνεόντων σχεδὸν αὐτῆς καθαπτομένων αὐτοῦ τῆς σαρκὸς, ἀλλ’ οὐκ οἶδ’ ὅπως θείᾳ καὶ ἀπορρήτῳ δυνάμει μονονουχὶ φραττομένων τὸ στόμα, καὶ αὖθις παλινδρομούντων εἰς τοὐπίσω. καὶ οὗτος μὲν οὑν τοιοῦτός τις ἢν.