Ancient Greek · ~2 min
ΛΟΓΟΣ Η., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.5-4
Not analysed yet
πάλιν δ’ ἂν ἑτέρους εἶδες, πέντε γὰρ οἶ πάντες ἐτύγχανον, ἠγριωμένῳ ταύρῳ παραβληθέντας, ὃς τοὺς μὲν ἄλλους τῶν ἔξωθεν προσιόντων τοῖς κέρασιν εἰς τὸν ἀέρα ῥίπτων διεσπάραττεν, ἡμιθνῆτας αἴρεσθαι καταλιπὼν, ἐπὶ μόνους δὲ θυμῷ καὶ ἀπειλῇ τοὺς ἱεροὺς ὁρμῶν μάρτυρας οὐδὲ πλησιάζειν αὐτοῖς οἷός τε ἠν, κυρίττων δὲ τοῖς ποσὶ καὶ τοῖς τῇδε κἀκεῖσε χρώμενος καὶ διὰ τοὺς ἀπὸ τῶν καυτήρων ἐρεθισμοὺς θυμοῦ καὶ ἀπειλῆς πνέων εἰς τοὐπίσω πρὸς τῆς ἱερᾶς ἀνθείλκετο προνοίας, ὡς μηδὲ τούτου μηδὲν μηδαμῶς αὐτοὺς ἀδικήσαντος, ἕτερα ἄττα αὐτοῖς ἐπαφίεσθαι θηρία.