Ancient Greek · ~2 min
7.7 to 7.8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.7-8
Not analysed yet
καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ ὁ Μελχὶ ἐν μέρει “τὴν αὐτὴν ἀγαγόμενοι γυναῖκα ὁμομητρίους ἀδελ- “φοὺς ἐπαιδοποιήσαντο, τοῦ νόμον μὴ κωλύοντος “χηρεύουσαν ἤτοι ἀπολελυμένην ἢ καὶ τελευτήσαντος “τοῦ ἀνδρὸς ἄλλῳ γαμεῖσθαι. ἐκ δὲ τῆς Ἐσθᾶ “(τοῦτο γὰρ καλεῖσθαι τὴν γυναῖκα παραδέδοται) “πρῶτος Ματθὰν ὁ ἀπὸ τοῦ Σολομῶνος τὸ γένος κατά- “γων τὸν Ἰακὼβ γεννᾷ· καὶ τελευτήσαντος τοῦ Ματ- “θὰν Μελχὶ ὁ ἐπὶ τὸν Νάθαν κατὰ γένος ἀναφερό- “μενος χηρεύουσαν ἐκ μὲν τῆς αὐτῆς φυλῆς, ἐξ ἄλλου “δὲ γένους ὢν, ὡς προεῖπον, ἀγαγόμενος αὐτὴν ἔσχεν “υἱὸν τὸν Ἡλί.