Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.9
Not analysed yet
οὕτω δὴ διαφόρων δύο γενῶν εὑρή- “σομεν τόν τε Ἰακὼβ καὶ τὸν Ἠλὶ ὁμομητρίους ἀδελ- “φοὺς, ὧν ὁ ἓτερος Ἰακὼβ, ἀτέκνου τοῦ ἀδελφοῦ τελευτήσαντος Ἡλὶ, τὴν γυναῖκα παραλαβὼν ἐγέν- “νησεν ἐξ αὐτῆς τρίτον τὸν Ἰωσὴφ, κατὰ φύσιν μὲν “ἑαυτῷ καὶ κατὰ λόγον· διὸ καὶ γέγραπται ῾Ἰακὼβ “δὲ ἐγέννησε τὸν Ἰωσήφ,’ κατὰ νόμον δὲ τοῦ Ἡλὶ “υἱὸς ἦν· ἐκείνῳ γὰρ ὁ Ἰακὼβ ἀδελφὸς ὢν ἀνέστησ᾿ “σπέρμα.