Ancient Greek · ~2 min
ΛΟΓΟΣ Θ., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.7-3
Not analysed yet
ἥντινα διάνοιαν σωτηριώδη διὰ τὴν πίστιν τῆς “ὑμετέρας θεοσεβείας τοὺς θεοὺς ὑμῖν ἐμβεβληκέναι “δῆλόν ἐστιν· ἐκεῖνος τοιγαροῦν ἐκεῖνος ὁ ὕψιστος “καὶ μέγιστος Ζεὺς, ὁ προκαθήμενος τῆς λαμπροτάτης “ὑμῶν πόλεως, ὁ τοὺς πατρῴους ὑμῶν θεοὺς “καὶ γυναῖκας καὶ τέκνα καὶ ἑστίαν καὶ οἴκους ἀπὸ πάσης ὀλεθρίου φθορᾶς ῥυόμενος, ταῖς ὑμετέραις “ψυχαῖς τὸ σωτήριον ἐνέπνευσε βούλημα, ἐπιδεικνὺς καὶ ἐμφαίνων ὅπως ἐξαίρετόν ἐστι καὶ λαμπρὸν καὶ σωτηριῶδες μετὰ τοῦ ὀφειλομένου σεβάσματος τῇ θρησκείᾳ καὶ ταῖς ἱεροθρησκείαις τῶν ἀνθανάτων θεῶν προσιέναι.