Ancient Greek · ~3 min
ΛΟΓΟΣ Θ., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.8-3
Not analysed yet
τίς γὰρ οὕτως ἀνόητος ἢ νοῦ παντὸς ἀλλότριος εὑρεθῆναι δύναται ὃς οὐκ “αἴσθεται τῇ φιλαγάθῳ τῶν θεῶν σπουδῇ συμβαίνειν μήτε τὴν γῆν τὰ παραδιδόμενα αὐτῇ σπέρματα ἀρνεῖσθαι, τὴν τῶν γεωργῶν ἐλπίδα κενῇ “προσδοκίᾳ σφάλλουσαν, μηδ’ αὖ ἀσεβοῦς πολέμου “πρόσοψιν ἀνεπικωλύτως ἐπὶ γῆς στηρίζεσθαι, καὶ “φθαρείσης τῆς τοῦ οὐρανοῦ εὐκρασίας αὐχμῶντα “τὰ σώματα εἰς θάνατον κατασύρεσθαι, μηδὲ “ἀμέτρων ἀνέμων πνεύμασι τὴν θάλασσαν κυμαίνου- “σαν κορυφοῦσθαι, μηδέ γε καταιγίδας ἀπροσδοκή “τους καταρρηγνυμένας ὀλέθριον χειμῶνα “ρειν, ‘ρειν, ἔτι τοίνυν μήτε τὴν τροφὸν “μητέρα γῆν, ἀπὸ τῶν κατωτάτω λαγόνων ἑαυτῆς “ἐν φοβερῷ τρόμῳ καταδυομένην, μηδέ γε τὰ ἐπι- “κείμενα ὄρη χασμάτων γινομένων καταδύεσθαι, “ἅπερ πάντα καὶ τούτων ἔτι χαλεπώτερα κακὰ “τούτου πολλάκις γεγονέναι οὐδεὶς ἀγνοεῖ.