Ancient Greek · ~1 min
ΛΟΓΟΣ Γ., Chapter 7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 7.9-2
Not analysed yet
τῆς θείας ἐπισκοπῆς εἰσέτι τότε μακροθυμούσης, εἰ ἄρα ποτὲ δυνηθεῖεν ἐφ’ οἷς ἔδρασαν μετανοήσαντες συγγνώμης καὶ σωτηρίας τυχεῖν, καὶ πρὸς τῇ τοσαύτῃ μακρο- θυμίᾳ παραδόξους θεοσημίας τῶν μελλόντων αὐτοῖς μὴ μετανοήσασι συμβήσεσθαι παρασχομένης. ἃ καὶ αὐτὰ μνήμης ἠξιωμένα πρὸς τοῦ δεδηλωμένου συγγραφέως οὐδὲν οἷον τοῖς τῇδε προσιοῦσι τῇ γραφῇ παραθεῖναι.