Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.1-2
Not analysed yet
[Nic. H. E. III, 4] Καὶ δὴ λαβὼν ἀνάγνωθι τὰ κατὰ τὴν ἕκτην τῶν ἱστοριῶν αὐτῷ δεδηλωμένα ἐν τούτοις ‘τὸν γοῦν ἄθλιον δῆμον οἱ μὲν ἀπατεῶνες καὶ καταψευδόμενοι τοῦ θεοῦ τηνικαῦτα παρέπειθον, τοῖς δ’ ἐναργέσι καὶ προσημαίνουσι τὴν μέλλουσαν ἔσεσθαι ἐρημίαν τέρασιν οὔτε προσεῖχον οὔτε ἐπίστευον, ἀλλ’ ὡς ἐμβεβροντημένοι καὶ μήτε ὄμματα μήτε ψυχὴν ἔχοντες τῶν τοῦ θεοῦ κηρυγμάτων παρήκουον·