Ancient Greek · ~4 min
8.11 to 8.14
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.11-3-14
Not analysed yet
τούτοις ἐπιφέρει μετὰ βραχέα λέγων πρὸ τοῦ γὰρ Ῥωμαίους κρατῦναι τὴν ἀρχὴν αὐτῶν, ἔτι τῶν Μακεδόνων τὴν Ἀσίαν κατε- ‘χόντων, Πτολεμαῖος ὁ Λάγου, φιλοτιμούμενος τὴν “ὑπ᾿ αὐτοῦ κατεσκευασμένην βιβλιοθήκην ἐν Ἀλε- “ξανδρείᾳ κοσμῆσαι τοῖς πάντων ἀνθρώπων συγγράμμασιν, ὅσα γε σπουδαῖα ὑπῆρχεν, ᾐτήσατο παρὰ τῶν Ἱεροσολυμιτῶν εἰς τὴν Ἑλληνικὴν διάλεκτον σχεῖν αὐτῶν μεταβεβλημένας τὰς γραφάς. οἱ δὲ ὑπήκουον γὰρ ἔτι τοῖς Μακεδόσι τότε) τοὺς παρ’ αὐτοῖς ἐμπειροτάτους τῶν γραφῶν καὶ ἀμφοτέρων τῶν διαλέκτων, ἑβδομήκοντα πρεσβυτέρους ἔπεμψαν Πτολεμαίῳ, ποιήσοντας τοῦθ’ ὅπερ ἠβούλετο ὁ δὲ ἰδέᾳ πεῖραν αὐτῶν λαβεῖν θελή- “σας, εὐλαβηθείς τε μή τι ἄρα συνθέμενοι τὴν ἐν ταῖς γραφαῖς διὰ τῆς ἑρμηνείας ἀλή- “θειαν, χωρίσας αὐτοὺς ἀπ’ ἀλλήλων ἐκέλευσε πάντας τὴν αὐτὴν ἑρμηνείαν γράφειν, καὶ τοῦτο ἐπὶ πάντων τῶν βιβλίων ἐποίησε. συνελθόντων δὲ αὐτῶν ἐπὶ τὸ αὐτὸ παρὰ τῷ Πτολεμαίῳ, καὶ “συναντιβαλλόντων ἑκάστου τὴν ἑαυτοῦ ἑρμηνείαν, “ὁ μὲν θεὸς ἐδοξάσθη, αἶ δὲ γραφαὶ ὄντως “ἐγνώσθησαν, τῶν πάντων τὰ αὐτὰ ταῖς αὐταῖς λἐ- “ξεσι καὶ τοῖς αὐτοῖς ὀνόμασιν ἀναγορευσάντων ἀπ’ ἀρχῆς μέχρι τέλους, ὥστε καὶ τὰ παρόντα ἔθνη “γνὠναι ὅτι κατ’ ἐπίπνοιαν τοῦ θεοῦ εἰσιν ἡρμηνευμέναι αἶ γραφαί.