Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.10-2
Not analysed yet
καὶ περὶ τῆς κατὰ τοὺς ἑβδομήκοντα ἑρμηνείας τῶν θεοπνεύστων γραφῶν ἄκουε οἷα κατὰ λέξιν γράφει ὁ θεὸς οὖν ἄνθρωπος ἐγένετο, καὶ αὐτὸς κύριος ἔσωσεν ἡμᾶς, δοὺς τὸ τῆς παρθένου σημεῖον· ἀλλ’ οὐχ ὡς ἔνιοι φασι τῶν νῦν τολμώντων μεθερμηνεύειν τὴν γραφὴν ‘ἴδοὺ ἡ νεᾶνις ἐν γαστρὶ ἔξει καὶ τέξεται υἱόν᾿, ὡς Θεοδοτίων ἡρμήνευσεν ὁ Ἐφέσιος, καὶ Ἀκύλας ὁ Ποντικὸς, ἀμφότεροι Ἰουδαῖοι προσήλυτοι, οἷς κατακολουθήσαντες οἱ Ἐβιωναῖοι ἐξ Ἰωσὴφ αὐτὸν γεγενῆσθαι φάσκουσι.’’