Ancient Greek · ~5 min
8.12 to 8.15
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.12-15
Not analysed yet
αὐτὸς δ’ ὑποστρέφων εἰς ‘Ιεριχοῦντα παραγίνεται, μελαγχολῶν ἤδη, καὶ μονονουχὶ “αὐτῷ τι τῷ θανάτῳ ἀπειλῶν προέκοψεν εἰς ἐπιβολὴν “ἀθεμίτου πράξεως. τοὺς γὰρ ἀφ’ ἑκάστης κώμης “ἐπισήμους ἄνδρας ἐξ ὅλης Ἰουδαίας συναγαγὼν εἰς “τὸν καλούμενον ἱππόδρομον ἐκέλευσε συγκλεῖσαι. “προσκαλεσάμενος δὲ Σαλώμην τὴν ἀδελφὴν καὶ “τὸν ἄνδρα ταύτης Ἀλέξανδρον οἶδα ἔφη Ἱουδαί- “ους τὸν ἐμὸν ἑορτάσοντας θάνατον. δύναμαι δὲ πεν- ‘θεῖσθαι δι’ ἑτέρων καὶ λαμπρὸν ἐπιτάφιον σχεῖν, ἄν ὑμεῖς θελήσητε ταῖς ἐμαῖς ἐντολαῖς ὑπουργῆσαι. “τοὺς δὲ φρουρουμένους ἄνδρας, ἐπειδὰν ἐκπνεύ- “σω, τάχιστα κτείνατε περιστήσαντες τοὺς στρατιώ- “τας, ἵνα πᾶσα Ἰουδαία καὶ πᾶς οἶκος καὶ ἄκων ἐπ’ “ἐμοὶ δακρύσῃ. ‘”καὶ μετὰ βραχέα φησίν “αὖθις δὲ, καὶ γὰρ ἐνδείᾳ τροφῆς καὶ βηχὶ σπασμώδει διε- “τείνετο, τῶν ἀλγηδόνων ἡττηθεὶς φθάσαι τὴν εἶμαρ- “ἐπεβάλετο. λαβὼν δὲ μῆλον ᾔτησε καὶ μαχαί- ‘ριον· εἰώθει γὰρ ἀποτέμνων ἐσθίειν· ἔπειτα περια- “θρήσας, μή τις ὁ κωλύων αὐτὸν εἴη, ἐπῆρε τὴν δεξιὰν “ὡς πλήξων ἑαυτόν.” ἐπὶ δὲ τούτοις ὁ αὐτὸς ἱστορεῖ συγγραφεὺς ἕτερον αὐτοῦ γνήσιον παῖδα πρὸ τῆς ἐσχάτης τοῦ βίου τελευτῆς, τρίτον ἐπὶ δυσὶν ἤδη προανῃρημένοις ,δι’ ἐπιτάξεως ἀνελόντα παραχρῆμα τὴν ζωὴν οὐ μετὰ σμικρῶν ἀλγηδόνων ἀπορρῆξαι.