Ancient Greek · ~2 min
ΛΟΓΟΣ Α., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.16
Not analysed yet
καὶ τοιοῦτο μὲν τὸ πέρας τῆς Ἡρώδου γέγονε τελευτῆς, ποινὴν δικαίαν ἐκτίσαντος ὣν ἀμφὶ τὴν Βηθλεὲμ ἀνεῖλε παίδων, τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιβου- λῆς ἕνεκα. μεθ’ ἣν ἄγγελος ὄναρ ἐπιστὰς ἐν Αἰγύπτῳ διατρίβοντι τῷ Ἰωσὴφ ἀπᾶραι ἅμα τῷ παιδὶ καὶ τῇ τούτου μητρὶ ἐπὶ Ἰουδαίαν παρακελεύεται, τεθνηκέναι δηλῶν τοὺς ἀναζητοῦντας τὴν ψυχὴν τοῦ παι- δίου. τούτοις δ’ ὁ εὐαγγελιστὴς ἐπιφέρει λέγων ‘ἀκούσας δ’ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρώδου ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ’ ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας.”