Ancient Greek · ~2 min
ΛΟΓΟΣ Γ., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.2-2
Not analysed yet
τοῦτο μὲν ὅτε ὑπὲρ τὴν πόλιν ἄστρον ἔστη ῥομφαίᾳ παραπλήσιον καὶ παρατείνας ἐπ’ ἐνιαυτὸν κομήτης, τοῦτο δὲ ἡνίκα πρὸ τῆς ἀποστάσεως καὶ τοῦ πρὸς τὸν πόλεμον κινήματος, ἀθροιζομένου τοὐ λαοῦ πρὸς τὴν τῶν ἀζύμων ἑορτὴν, ὀγδόῃ Ξανθικου μηνὸς κατὰ νυκτὸς ἐνάτην ὥραν τοσοῦτο φῶς περιέλαμψε τὸν βωμὸν καὶ τὸν ναὸν ὡς δοκεῖν ἡμὲ ραν εἶναι λαμπράν. καὶ τοῦτο παρέτεινεν ἐφ’ ἡ σειαν ὥραν· ὃ τοῖς μὲν ἀπείροις ἀγαθὸν ἐδ εἶναι, τοῖς δὲ ἱερογραμματεῦσι πρὸ τῶν ἀποβεβ κότων εὐθέως ἐκρίθη.