Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.2-3
Not analysed yet
ἐν πέντε δ οὖν συγγράμμασιν οὗτος τὴν ἀπλανῆ παράδοσιν του ἀποστολικοῦ κηρύγματος ἁπλουστάτῃ συντάξει γραφῆς ὑπομνηματισάμενος, καθ’ ὃν ἐγνωρίζετο σημαίνει χρόνον, περὶ τῶν ἀρχῆθεν ἱδρυσάντων τὰ εἴδωλα οὕτω πως γράφων “οἷς καινοτάφια καὶ ναοὺς ἐποίη- “σαν ὡς μέχρι νῦν, ὧν ἐστι καὶ Ἀντίνοος ,δοῦλος “Ἀδριανοῦ Καίσαρος, οὗ καὶ ἀγὼν ἄγεται Ἀντινό- “ειος, ἐφ’ ἡμῶν γενόμενος. καὶ γὰρ καὶ πόλιν ἔκτι- “σεν ἐπώνυμον Ἀντινόου καὶ προφήτας.’’