Ancient Greek · ~2 min
ΛΟΓΟΣ Δ., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.3-2
Not analysed yet
κατ’ αὐτὸν δὲ καὶ Ἰουστῖνος, γνήσιος τῆς ἀληθοῦς φιλο- σοφίας ἐραστὴς, ἔτι τε τοῖς παρ’ Ἕλλησιν ἀσκούμενος ἐνδιέτριβε λόγοις. σημαίνει δὲ καὶ αὐτὸς τουτονὶ τὸν χρόνον, ἐν τῇ πρὸς ’Αντωνῖνον ἀπολογίᾳ ὧδε γράφων “οὐκ ἄτοπον δὲ ἐπιμνησθῆναι ἐν τούτοις ἡγούμεθα καὶ Ἀντινόου τοῦ νῦν γενομένου, ὃν καὶ “ἅπαντες ὡς θεὸν διὰ φόβον σέβειν ὥρμηντο ,ἐπι- “στάμενοι τίς τε ἦν καὶ πόθεν ὑπῆρχεν.”