Ancient Greek · ~1 min
ΛΟΓΟΣ Θ., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.2-5
Not analysed yet
τούτοις προσεπανίσταται τῷ τυράννῳ ὁ πρὸς Ἀρμενίους πόλεμος, ἄνδρας ἐξ ἀρχαίου φίλους τε καὶ συμμάχους Ῥωμαίων, οὓς καὶ αὐτοὺς Χριστιανοὺς ὄντας τὴν εἰς τὸ θεῖον εὐσέ- βειαν διὰ σπουδῆς ποιουμένους ὁ θεομισὴς εἰδώλοις θύειν καὶ δαίμοσιν ἐπαναγκάσαι πεπειραμένος ἐχθροὺς ἀντὶ φίλων καὶ πολεμίους ἀντὶ συμμάχων κατεστήσατο.