Ancient Greek · ~3 min
ΛΟΓΟΣ Δ., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.5-2
Not analysed yet
ἐν ταὐτῷ δὲ καὶ τὴν ἀπὸ τῆς Ἑλληνικῆς φιλοσοφίας ἐπὶ τὴν θεοσέβειαν μεταβολὴν αὐτοῦ ,ὅτι μὴ ἀλόγως, μετὰ κρίσεως δ’ αὐτῷ γεγόνει δηλῶν ταῦτα γράφει “καὶ γὰρ αὐτὸς ἐγὼ τοῖς Πλάτωνος χαίρων διδάγμασι, ῾διαβαλλομένους ἀκούων Χριστιανοὺς ,ὁρῶν δὲ καὶ “ἀφόβους πρὸς θάνατον καὶ πάντα τὰ νομιζόμενα φοβερὰ, ἐνενόουν ἀδύνατον εἶναι ἐν κακίᾳ καὶ φι- ῾ληδονίᾳ ὑπάρχειν αὐτούς. τίς γὰρ φιλήδονος ἢ “ἀκρατὴς καὶ ἀνθρωπείων σαρκῶν βορὰν ἡγούμενος “ἀγαθὸν δύναιτ’ ἂν θάνατον ἀσπάζεσθαι ,ὅπως τῶν “ἑαυτοῦ στερηθείη ἐπιθυμιῶν ,ἀλλ’ οὐκ ἐκ παντὸς ζῆν ἀεὶ τὴν ἐνθάδε βιοτὴν καὶ λανθάνειν τοὺς ἄρχοντας ἐπειρᾶτο, οὐχ ὅτι ἑαυτὸν κατήγγελλε φὂνευ- “θησόμενον;’’