Ancient Greek · ~1 min
ΛΟΓΟΣ Δ., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.6-2
Not analysed yet
ἔτι δ’ ὁ αὐτὸς ἱστορεῖ, δεξάμενον τὸν Ἀδριανὸν παρὰ Σερεννίου Γρανιανοῦ, λαμπροτάτου ἡγουμένου, γράμματα ὑπὲρ Χριστιανῶν, περιέχοντα ὡς οὐ δίκαιον εἴη ἐπὶ μηδενὶ ἐγκλήματι, βοαῖς δήμου χαριζομένους, ἀκρίτως κτείνειν αὐτοὺς, ἀντιγράψαι Μινουκίῳ Φουνδανῷ ἀνθυπάτῳ τῆς Ἀσίας, προστάττοντα μηδένα κτείνειν ἄνευ ἐγκλήματος καὶ εὐλόγου κατηγορίας.