Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.5-3
Not analysed yet
ταῦτα μὲν οὖν ἐν τρίτῳ τῆς εἰρημένης ὑποθέσεως τῷ προδηλωθέντι εἴρηται. ἐν δὲ τῷ πέμπτῳ περὶ τῆς Ἰωάννου ἀποκαλύψεως καὶ τῆς ψήφου τῆς τοῦ ἀντιχρίστου προσηγορίας οὕτω διαλαμβάνει· “τούτων δὲ οὕτως ἐχόντων, καὶ ἐν πᾶσι δὲ τοῖς σπουδαίοις καὶ ἀρχαίοις ἀντιγράφοις τοῦ ἀριθμοῦ τούτου κειμένου, καὶ μαρτυρούντων αὐτῶν ἐκείνων τῶν κατ᾿ ὄψιν τὸν Ἰωάννην καὶ τοῦ λόγου διδάσκοντος ἡμὰς ὅτι ὁ ἀριθμὸς τοῦ ὀνόματος τοῦ θηρίου κατὰ τὴν τῶν Ἑλλήνων ψῆφον διὰ τῶν ἐν αὐτῷ γραμμάτων ἐμφαίνεται.’’