Ancient Greek · ~5 min
8.6 to 8.9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8.6-3-9
Not analysed yet
καὶ ὑποκαταβὰς περὶ τοῦ αὐτοῦ φάσκει “ἡμεῖς οὖν οὐκ ‘ἀποκινδυνεύομεν περὶ τοῦ ὀνόματος τοῦ ἀντιχρίστου ἀποφαινόμενοι βεβαιωτικῶς. εἰ γὰρ ἔδει ἀναφανδὸν τῷ νῦν καιρῷ κηρύττεσθαι τοὔνομα αὐτοῦ, δι’ ἐκείνου ἂν ἐρρέθη τοῦ καὶ τὴν ἀποκάλυψιν ἑωρακότος· κότος· οὐδὲ γὰρ πρὸ πολλοῦ χρόνου ἐωράθη, ἀλλὰ σχεδὸν ἐπὶ τῆς ἡμετέρας γενεάς, πρὸς τῷ τέλει τῆς Δομετιανοῦ ἀρχῆς.” ταῦτα καὶ περὶ τῆς ἀποκαλύψεως ἱστόρηται τῷ δεδηλωμένῳ. μέμνηται δὲ καὶ τῆς Ἰωάννου πρώτης ἐπιστολῆς, μαρτύρια ἐξ αὐτῆς πλεῖστα εἰσφέρων, ὁμοίως δὲ καὶ τῆς Πέτρου προτέρας. οὐ μόνον δὲ οἶδεν, ἀλλὰ καὶ ἀποδέχεται τὴν τοῦ Ποιμένος γραφὴν λέγων καλῶς οὑν εἶπενἡγραφὴ ἡ λέγουσα, πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστὶν ὁ θεὸς, ὁ τ’. πάντα κτίσας καὶ τὰ ἑξῆς. καὶ ῥητοῖς τοῖς δέ τισιν ἐκ τῆς Σολομῶνος Σοφίας κέχρηται, μονονουχὶ φάσκων· ὅρασις ’δε θεοῦ περιποιητικὴ ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ θεοῦ. καὶ ἀπομνημονευμάτων δὲ ἀποστολικοῦ τινὸς πρεσβυτέρου, οὗ τοὔνομα σιωπῇ παραδέδωκε, μνημονεύει, ὢ ἐξηγήσεις τε αὐτοῦ θείων γραφῶν παρατέθειται. ἔτι καὶ Ἰουστίνου τοὐ μάρτυρος καὶ Ἰγνατίου μνήμην πεποίηται, μαρτυρίαις αὖθις καὶ ἀπὸ τῶν τούτοις γραφέντων κεχρημένος. ἐπήγγελται δὲ αὐτὸς ἐκ τῶν Μαρκίωνος συγγραμμάτων ἀντιλέξειν αὐτῷ ἐν ἰδίῳ σπουδάσματι.