Ancient Greek · ~3 min
ΛΟΓΟΣ Δ., Chapter 9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 9-2
Not analysed yet
[Nic. H. E. III, 27] “Μινουκίῳ Φουνδανῷ. “ἐπιστολὴν ἐδεξάμην γραφεῖσάν μοι ἀπὸ Σερεννίου “Γρανιανοῦ, λαμπροτάτου ἀνδρὸς, ὅντινα σὺ διεδέξω. “οὐ δοκεῖ μοι οὖν τὸ πρᾶγμα ἀζήτητον καταλιπεῖν, “ἵνα μήτε οἱ ἄνθρωποι ταράττωνται καὶ τοῖς συκο- “φάνταις χορηγία κακουργίας παρασχεθῇ. εἰ οὖν “σαφῶς εἰς ταύτην τὴν ἀξίωσιν οἱ ἐπαρχιῶται δύ- “νανται διισχυρίζεσθαι κατὰ τῶν Χριστιανῶν, ὡς “καὶ πρὸ βήματος ἀποκρίνασθαι, ἐπὶ τοῦτο μόνον “τραπῶσιν, ἀλλ᾿ οὐκ ἀξιώσεσιν οὐδὲ μόναις βοαῖς. “πολλῷ γὰρ μᾶλλον προσῆκεν, εἴ τις κατηγορεῖν βού- “λοιτο, τοῦτό σε διαγινώσκειν. εἴ τις οὖν κατη- “γορεῖ καὶ δείκνυσί τι παρὰ τοὺς νόμους πράττον- τας, οὕτως ὅριζε κατὰ τὴν δύναμιν τοῦ ἁμαρτήματος· ὡς μὰ τὸν Ἡρακλέα εἴ τις συκοφαντίας χάριν τοῦτο προτείνοι 5 διαλάμβανε ὑπὲρ τῆς δεινότητος ,καὶ “φρόντιζε ὅπως ἂν ἐκδικήσειας.’’ καὶ τὰ μὲν τῆς Ἀδριανοῦ ἀντιγραφῆς τοιαῦτα.