Ancient Greek · ~3 min
9.1 to 9.3
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 9.1-2-3
Not analysed yet
“Κατ΄ ἐκεῖνον δὲ τὸν καιρὸν, δῆλον ὅτι ἐπὶ Κλαυδίου ,ἐπέβαλεν ὁ βασιλεὺς Ἡρώδης τὰς χεῖρας, κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας, ἀνεῖλέ τε Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ.” περὶ τούτου δ᾿ ὁ Κλήμης τοῦ Ἰακώβου καὶ ἱστορίαν μνήμης ἀξίαν ἐν τῇ τῶν Ὑποτυπώσεων ἑβδόμῃ παρατίθεται, ὡσὰν ἐκ παραδόσεως τῶν πρὸ αὐτοῦ φάσκων, ὅτι δὴ ὁ εἰσαγαγὼν αὐτὸν εἰς δικαστήριον, μαρτυρήσαντα ἰδὼν αὐτὸν, κινηθεὶς ὡμολόγησεν εἶναι καὶ αὐτὸς ἑαυτὸν Χριστιανόν. συναπήχθησαν οὖν ἄμφω, φησὶ, καὶ κατὰ τὴν ὁδὸν ἠξίωσεν ἀφεθῆναι αὐτῷ ὑπὸ τοῦ Ἰακώβου. ὁ δὲ ὀλίγον σκεψάμενος “εἰρήνη σοι” εἶπε, καὶ κατεφίλησεν αὐτόν. καὶ οὕτως ἀμφότεροι ὁμοῦ ἐκαρατομήθησαν.