Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 8
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 8
Not analysed yet
[Nic. H. E. II, 11-12] Ἀλλὰ γὰρ Γάϊον οὐδ’ ὅλοις τέτταρσιν ἔτεσι τὴν ἀρχὴν διακατασχόντα Κλαύδιος αὐτοκράτωρ διαδέχεται. καθ’ ὃν λιμοῦ τὴν οἰκουμένην πιέσαντος ,τοῦτο δὲ καὶ οἱ πόρρω τοῦ καθ’ ἡμᾶς λόγου συγγραφεἵς ταῖς αὐτῶν ἱστορίαις παρέδοσαν), ἡ κατὰ τὰς Πραξεῖς τῶν ἀποστόλων Ἀγά βου προφήτου περὶ τοῦ μέλλειν ἔσεσθαι λιμὸν ἐφ’ ὅλην τὴν οἰκουμένην πέρας ἐλάμβανε πρόρρησις. τὸν δὲ κατὰ Κλαύδιον λιμὸν ἐπισημηνάμενος ἐν ταῖς Πράξεσιν ὁ Λουκᾶς ,ἱστορήσας τε ὡς ἄρα διὰ Παύλου καὶ Βαρνάβα οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ τοῖς κατὰ τὴν Ἰουδαίαν ἐξ ὧν ἕκαστος ηὐπόρει διαπεμψήμενοι ἦσαν ἐπιφέρει λέγων·