Ancient Greek · ~2 min
9.6 to 9.7
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 9.6-3-7
Not analysed yet
ἐφ’ ᾧ ἦν ἂν εἰπεῖν “λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.” ταύτῃ δῆτα τοῦ ἐπὶ τοῦ ποταμοῦ ζεύγματος διαλυθέντος ὑφιζάνει μὲν ἡ διάβασις, χωρεῖ δ’ ἀθρόως αὔτανδρα κατὰ τοῦ βυθοῦ τὰ σκάφη, καὶ αὐτός γε πρῶτος ὁ δυσσεβέστατος, εἶτα δὲ καὶ οἶ ἀμφ’ αὐτὸν ὑπασπισταὶ, ᾗ τὰ θεῖα προαναφωνεῖ λόγια ‘ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῷ· ”