Ancient Greek · ~2 min
ΛΟΓΟΣ Θ., Chapter 9
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 9.8-3
Not analysed yet
ὥστε εἰκότως εἰ μὴ λόγοις, ἔργοις δ’ οὖν ὁμοίως τοῖς ἀμφὶ τὸν μέγαν θεράποντα Μωυσέα, τοὺς παρὰ θεοῦ τὴν νίκην ἀραμένους αὐτὰ δὴ τὰ κατὰ τοῦ πάλαι δυσσεβοῦς τυράννου ὧδέ πως ἀνυμνεῖν καὶ λέγειν “ᾄσωνεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν· βοηθὸς καὶ σκεπαστής μου κύριος ἐγένετό μοι εἰς σωτηρίαν·’ καὶ “τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε, τίς ὅμοιός σοι; ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.”