Ancient Greek · ~4 min
|| Στοιχεῖον Β.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τοῦ Εὐαγγελίου.
Not analysed yet
Βηθσαϊδά (Matth 11, 21). πόλις Ἀνδρέου καὶ Πέτρου« καὶ φιλίππου. κεῖται δὲ ἐν τῇ Γαλιλαίᾳ πρὸς τῇ Ι Γεννησαρίτιδι λίμνῃ. Βηθφαγή (Matth 21, 1). κώμη πρὸς τῷ ὄρει τῶν ἐλαιῶν, ἔνθα <ἠλθεν κύριος Ἰηδοῦς. Βηθανία (Matth 21, 17). κώμη ἐν δευτέρῳ Αἰλίας σημείῳ, ἐν κρημνῷ τοῦ ὄρους τῶν ἐλαιῶν, ἔνθα> ὁ Χριστὸς τὸν Λάζαρον δείκνυται εἰς ἔτι καὶ νῦν ὁ Λαζάρου τόπος. ΙΙ Βηθααβαρά (loh 1, 28). »ὅπου ἦν Ἰωάννης βαπτίζων« »πέραν τοῦ Ἰορδάνου«. καὶ δείκνυται ὁ τόπος, ἐν ᾧ καὶ πλείους τῶν ἀδελφῶν εἰς ἔτι νῦν τὸ λουτρὸν φιλοτιμοῦνται λαμβάνειν. Βηζαθά (loh 5, 2). κολυμβήθρα ἐν Ἱερουσαλήμ, ἥτις ἐστὶν ἡ προβατική«, τὸ παλαιὸν ε΄ στοὰς ἔχουσα. καὶ νῦν δείκνυται ἐν αὐτόθι λίμναις διδύμοις, ὤν ἑκατέρα μὲν ἐκ τῶν κατ’ ἔτος ὑετῶν πληροῦται, θατέρα δὲ παραδόξως πεφοινιγμένον δείκνυσι τὸ ὕδωρ, ἴχνος, ὥς φασι, φέρουσα τῶν πάλαι καθαιρομένων ἐν αὐτῇ ἱερείων. παρ’ ὃ καὶ προβατικὴ καλεῖται, διὰ τὰ θύματα.