Ancient Greek · ~6 min
Στοιχεῖον Γ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τῆς Γενέσεως.-2
Not analysed yet
Γαιῶν (Gen 2, 13). ὁ παρ’ Αἰγυπτίοις Νεῖλος, ἐκ παραδείσου μὲν προίων, κυκλῶν δὲ πᾶσαν Αἰθιοπίαν«. Γόμορρα (Gen 10, 19). μία τῆς πενταπόλεως Σοδόμων ἅμα ταῖς λοιπαῖς ἀφανισθεῖσα. Γέραρα (Gen 20, 1). ἀφ’ ἧς νῦν καλεῖται ἡ Γεραριτική, ὑπὲρ 20v |τὸν Δαρωμᾶν κειμένη, ἀπέχουσα Ἐλευθεροπόλεως σημείοις κε πρὸς νότον. ἦν δὲ τὸ παλαιὸν τῶν Χαναναίων ὅριον πρὸς μεσημβρίαν, καὶ πόλις βασιλικὴ τῶν Φυλισταίων. κεῖται δέ, ὥς φησιν ἡ γραφή, »ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ«, δύο ἐρήμων, τῆς μὲν τῇ Αἰγύπτῳ παρακειμένης, εἰς ἣν κατήντησεν ὁ λαὸς τὴν ἐρυθρὰν θά- λασσαν διελθών, τῆς δὲ Κάδης ἐπὶ τὴν τῶν Σαρακηνῶν ἐρημίαν παρατεινούσης. Γαλαάδ (Gen 31, 21). ὄρος εἰς ὃ κατήντησεν Ἰακὼβ φεύγων τὸν Λαβάν, ὁδὸν ἀνύσας »ἡμερῶν ζ’« ἀπὸ Χαρρὰν τῆς Μεσοπο||ταμίας. χεῖται δὲ ἐπὶ τὰ νῶτα τῆς Φοινίκης καὶ τῆς Ἀραβίας, καὶ συνάπτον τῷ Λιβάνῳ παρατείνει διὰ τῆς ἐρήμου μέχρι τῆς ὑπὲρ τὸν Ἰορδάνηνξ Πέτρας, ἐν ᾖ κατῴκει Σηὼν ὁ Ἀμορραῖος. τοῦτο δέδοται εἰς κλῆρον τοῖς υἱοῖς Ῥουβὶν καὶ <Γὰδ καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. καὶ ἐν Ἱερεμίᾳ δὲ> »Γαλαάδ, <δύ μοι> ἀρχὴ τοῦ λιβάνου εἴρηται. δὲ καὶ Γαλαὰδ πόλις ὁμώνυμος τώ ὄρει ἐπ’ αὐτῷ κειμένη. |ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀμορραίου »Γαλαὰδ υἱὸς Μαχὶρ υἱοῦ Μανασση «. Γάδερ (Gen 35, 16). πύργος, ἔνθα κατοικήσαντος τοῦ Ἰακὼβ Ῥουβὶν τῇ Βάλλᾳ ἐπανίσταται. Γεθέμ (Gen 36, 35), ὡς δὲ τὸ Ἑβραικόν, Αὐείθ. πόλις Ἀδάδ, ὃς ἐβασίλευσε γῆς Ἐδὼμ τέταρτος ἐν τῇ Ἰδουμαίᾳ, τῇ νῦν Γεβαληνῇ καλουμένῃ. Γεσέμ (Gen 45, 10). χώρα τῆς Αἰγύπτου, ἐν ᾖ κατῴκησεν Ἰακὼβ ἅμα τοῖς υἱοῖς αὐτοῦ.