Ancient Greek · ~4 min
|| Στοιχεῖον Δ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀπὸ τοῦ Ἰησοῦ.
Not analysed yet
Δαβειρά (Jos 10, 38), ἧς τὸν βασιλέα ἐπάταξεν Ἰησοῦς. ἣ γέγονε φυλῆς Δάν. καὶ νῦν ἐστιν ἑτέρα κώμη Ἰουδαίων ἐν τῷ ὄρει Θαβώρ, ἐν ὁρίοις Διοκαισαρείας. Δῶρ’ τοῦ Ναφάθ (Jos 11, 12), <Σ΄ Δὼρ> »τῆς παραλίας«, αὕτη ἐστὶ |Δῶρα ἡ πρὸς Καισάρειαν τῆς Παλαιστίνης ἀπιόντων Τυρὸν, νῦν ἔρημος> ἣν οὐκ ἔλαβεν ἡ φυλὴ Μανασσῆ, ὅτι μὴ ἀνεῖλεν τοὺς ἐν αὐτῇ ἀλλοφύλους. Δαβείρ (Jos 11, 21). φυλῆς Ἰούδα, πόλις καλουμένη γραμμά· τῶν. ἣν προκατελάβετο Γοθονιὴλ ἀδελφὸς Χαλέβ, ἀδελφοῦ Χαλὲβ> υἱός, ἀνελὼν τοὺς Ἐνακεὶμ ἐξ αὐτῆς. ἣ γέγονεν ἱερατική. Δαβείρ (Jos 13, 26). ὑπὲρ τὸν Ἰορδάνην. πόλις τῶν Ἀμορραίων. Δειμωνά (Jos 15, 22). φυλῆς Ἰούδα. Δαλαάν (Jos 15, 38). φυλῆς Ἰούδα. Δεννά (Jos 15, 49). φυλῆς Ἰούδα, αὐτή ἐστιν τῇ πόλει τῶν γραμμάτων. Δαυίδ (Jos 15, 49). φυλῆς Ἰούδα. Δουμᾶ (Jos 15, 52). φυλῆς Ἰούδα, κώμη μεγίστη νῦν ἐν τῷ Δαρωμᾷ, ἐν ὁρίοις Ἐλευθεροπόλεως, ἀπὸ σημείων ιζ΄. Δάμνα (Jos 19, 13). φυλῆς Ζαβουλών, πόλις Λευίταις ἀφωρισμένη. Δαβασθέ (Jos 19, 11). φυλῆς Ζαβουλών. Δαβράθ (Jos 19, 22). φυλῆς Ἰσσάχαρ, πόλις Λευίταις ἀφωρισμένη.