Ancient Greek · ~2 min
|| Στοιχεῖον Δ.
Eusebius Scr. Eccl. et Theol., Onomasticon Ἀριθμῶν καὶ Δευτερονομίου.-3
Not analysed yet
Δαιβὼν (Num 21, 26f. 30) ἢ Δίβων. ἐπὶ τῆς ἐρήμου σταθμὸς τῶν υἱῶν Ἰσραήλ. ἔστι δὲ καὶ ἄλλη εἰς ἔτι νῦν κώμη παμμεγέθης παρὰ τὸν Ἀρνωνᾶν, ἢν τὸ παλαιὸν οὖσαν τῶν υἱῶν Μωὰβ καὶ μετὰ ταῦτα Σηὼν τοῦ Ἀμορραίου οἱ υἱοὶ Ἰσραὴλ ἀπέλ ,καὶ γέγονε φυλῆς Γάδ. μέμνηται δὲ αὐτῆς Ἠσαίας ἐν ὁράσει τῇ κατὰ τῆς Μωαβίτιδος«, καὶ Ἱερεμίας. Δαιβωνγάδ (Num 33, 45). σταθμὸς υἱῶν Ἰσραήλ. ||Δυσμαὶ Μωάβ (Num 22, 1 ff.) . »παρὰ τὸν Ἰορδάνην κατὰ Ἱεριχώ«, ἔνθα Βαλὰκ »βασιλεὺς Μωὰβ« καὶ ἡ γερουσία Μαδιὰμ« συσκευάζονται τὸν Ἰσραήλ, ἔνθα καὶ Μωϋσῆς τὸ Δευτερονόμιον γράφει.